Ephesians 4:3-6


3 Endeavouring to keep the unity of the Spirit in the bond of peace.
σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης·
4 There is one body, and one Spirit, even as ye are called in one hope of your calling;
ἓν σῶμα καὶ ἓν πνεῦμα καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν·
5 One Lord, one faith, one baptism,
εἷς κύριος μία πίστις ἓν βάπτισμα
6 One God and Father of all, who is above all, and through all, and in you all.
εἷς θεὸς καὶ πατὴρ πάντων ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ὑμῖν