Thanks for the visit, please come back soon!

1 Corinthians 15:1-58


1 Moreover, brethren, I declare unto you the gospel which I preached unto you, which also ye have received, and wherein ye stand;
Γνωρίζω δὲ ὑμῖν ἀδελφοί τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν ὃ καὶ παρελάβετε ἐν ᾧ καὶ ἑστήκατε
2 By which also ye are saved, if ye keep in memory what I preached unto you, unless ye have believed in vain.
δι' οὗ καὶ σῴζεσθε τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε
3 For I delivered unto you first of all that which I also received, how that Christ died for our sins according to the scriptures;
παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς
4 And that he was buried, and that he rose again the third day according to the scriptures:
καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς
5 And that he was seen of Cephas, then of the twelve:
καὶ ὅτι ὤφθη Κηφᾷ εἶτα τοῖς δώδεκα·
6 After that, he was seen of above five hundred brethren at once; of whom the greater part remain unto this present, but some are fallen asleep.
ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι τινὲς δὲ καὶ ἐκοιμήθησαν·
7 After that, he was seen of James; then of all the apostles.
ἔπειτα ὤφθη Ἰακώβῳ εἶτα τοῖς ἀποστόλοις πᾶσιν·
8 And last of all he was seen of me also, as of one born out of due time.
ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί
9 For I am the least of the apostles, that am not meet to be called an apostle, because I persecuted the church of God.
Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ·
10 But by the grace of God I am what I am: and his grace which was bestowed upon me was not in vain; but I laboured more abundantly than they all: yet not I, but the grace of God which was with me.
χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα οὐκ ἐγὼ δὲ ἀλλ' ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί
11 Therefore whether it were I or they, so we preach, and so ye believed.
εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε
12 Now if Christ be preached that he rose from the dead, how say some among you that there is no resurrection of the dead?
Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται πῶς λέγουσιν τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν
13 But if there be no resurrection of the dead, then is Christ not risen:
εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν οὐδὲ Χριστὸς ἐγήγερται·
14 And if Christ be not risen, then is our preaching vain, and your faith is also vain.
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν·
15 Yea, and we are found false witnesses of God; because we have testified of God that he raised up Christ: whom he raised not up, if so be that the dead rise not.
εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται
16 For if the dead rise not, then is not Christ raised:
εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται οὐδὲ Χριστὸς ἐγήγερται·
17 And if Christ be not raised, your faith is vain; ye are yet in your sins.
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται ματαία ἡ πίστις ὑμῶν ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν
18 Then they also which are fallen asleep in Christ are perished.
ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο
19 If in this life only we have hope in Christ, we are of all men most miserable.
εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν
20 But now is Christ risen from the dead, and become the firstfruits of them that slept.
Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο
21 For since by man came death, by man came also the resurrection of the dead.
ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν
22 For as in Adam all die, even so in Christ shall all be made alive.
ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται
23 But every man in his own order: Christ the firstfruits; afterward they that are Christ's at his coming.
ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός ἔπειτα οἱ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ
24 Then cometh the end, when he shall have delivered up the kingdom to God, even the Father; when he shall have put down all rule and all authority and power.
εἶτα τὸ τέλος ὅταν παραδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν
25 For he must reign, till he hath put all enemies under his feet.
δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἄν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ
26 The last enemy that shall be destroyed is death.
ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος·
27 For he hath put all things under his feet. But when he saith all things are put under him, it is manifest that he is excepted, which did put all things under him.
πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα
28 And when all things shall be subdued unto him, then shall the Son also himself be subject unto him that put all things under him, that God may be all in all.
ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν
29 Else what shall they do which are baptized for the dead, if the dead rise not at all? why are they then baptized for the dead?
Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν
30 And why stand we in jeopardy every hour?
τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν
31 I protest by your rejoicing which I have in Christ Jesus our Lord, I die daily.
καθ' ἡμέραν ἀποθνῄσκω νὴ τὴν ἡμετέραν καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν
32 If after the manner of men I have fought with beasts at Ephesus, what advantageth it me, if the dead rise not? let us eat and drink; for to morrow we die.
εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ τί μοι τὸ ὄφελος εἰ νεκροὶ οὐκ ἐγείρονται Φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνῄσκομεν
33 Be not deceived: evil communications corrupt good manners.
μὴ πλανᾶσθε· Φθείρουσιν ἤθη χρησθ' ὁμιλίαι κακαί
34 Awake to righteousness, and sin not; for some have not the knowledge of God: I speak this to your shame.
ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν πρὸς ἐντροπὴν ὑμῖν λέγω
35 But some man will say, How are the dead raised up? and with what body do they come?
ἀλλ' ἐρεῖ τις Πῶς ἐγείρονται οἱ νεκροί ποίῳ δὲ σώματι ἔρχονται
36 Thou fool, that which thou sowest is not quickened, except it die:
Ἄφρον σὺ ὃ σπείρεις οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ·
37 And that which thou sowest, thou sowest not that body that shall be, but bare grain, it may chance of wheat, or of some other grain:
καὶ ὃ σπείρεις οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν·
38 But God giveth it a body as it hath pleased him, and to every seed his own body.
ὁ δὲ θεὸς αὐτῷ δίδωσιν σῶμα καθὼς ἠθέλησεν καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα
39 All flesh is not the same flesh: but there is one kind of flesh of men, another flesh of beasts, another of fishes, and another of birds.
οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ ἀλλὰ ἄλλη μὲν σὰρξ ἀνθρώπων ἄλλη δὲ σὰρξ κτηνῶν ἄλλη δὲ ἰχθύων ἄλλη δὲ πτηνῶν
40 There are also celestial bodies, and bodies terrestrial: but the glory of the celestial is one, and the glory of the terrestrial is another.
καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια· ἀλλ' ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα ἑτέρα δὲ ἡ τῶν ἐπιγείων
41 There is one glory of the sun, and another glory of the moon, and another glory of the stars: for one star differeth from another star in glory.
ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ
42 So also is the resurrection of the dead. It is sown in corruption; it is raised in incorruption:
Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν σπείρεται ἐν φθορᾷ ἐγείρεται ἐν ἀφθαρσίᾳ·
43 It is sown in dishonour; it is raised in glory: it is sown in weakness; it is raised in power:
σπείρεται ἐν ἀτιμίᾳ ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ ἐγείρεται ἐν δυνάμει·
44 It is sown a natural body; it is raised a spiritual body. There is a natural body, and there is a spiritual body.
σπείρεται σῶμα ψυχικόν ἐγείρεται σῶμα πνευματικόν ἔστιν σῶμα ψυχικόν καὶ ἔστιν σῶμα πνευματικόν
45 And so it is written, The first man Adam was made a living soul; the last Adam was made a quickening spirit.
οὕτως καὶ γέγραπται Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν
46 Howbeit that was not first which is spiritual, but that which is natural; and afterward that which is spiritual.
ἀλλ' οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν ἔπειτα τὸ πνευματικόν
47 The first man is of the earth, earthy; the second man is the Lord from heaven.
ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ
48 As is the earthy, such are they also that are earthy: and as is the heavenly, such are they also that are heavenly.
οἷος ὁ χοϊκός τοιοῦτοι καὶ οἱ χοϊκοί καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·
49 And as we have borne the image of the earthy, we shall also bear the image of the heavenly.
καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου
50 Now this I say, brethren, that flesh and blood cannot inherit the kingdom of God; neither doth corruption inherit incorruption.
Τοῦτο δέ φημι ἀδελφοί ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ
51 Behold, I shew you a mystery; We shall not all sleep, but we shall all be changed,
ἰδού, μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα
52 In a moment, in the twinkling of an eye, at the last trump: for the trumpet shall sound, and the dead shall be raised incorruptible, and we shall be changed.
ἐν ἀτόμῳ ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι καὶ ἡμεῖς ἀλλαγησόμεθα
53 For this corruptible must put on incorruption, and this mortal must put on immortality.
δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν
54 So when this corruptible shall have put on incorruption, and this mortal shall have put on immortality, then shall be brought to pass the saying that is written, Death is swallowed up in victory.
ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος Κατεπόθη ὁ θάνατος εἰς νῖκος
55 O death, where is thy sting? O grave, where is thy victory?
ποῦ σου θάνατε τὸ κέντρον ποῦ σου ᾅδη, τὸ νῖκος
56 The sting of death is sin; and the strength of sin is the law.
τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος·
57 But thanks be to God, which giveth us the victory through our Lord Jesus Christ.
τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
58 Therefore, my beloved brethren, be ye stedfast, unmoveable, always abounding in the work of the Lord, forasmuch as ye know that your labour is not in vain in the Lord.
Ὥστε ἀδελφοί μου ἀγαπητοί ἑδραῖοι γίνεσθε ἀμετακίνητοι περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ

1 M, b, IduytgwIpuy, wayhr, awys; Γνωρίζω δὲ ὑμῖν ἀδελφοί τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν ὃ καὶ παρελάβετε ἐν ᾧ καὶ ἑστήκατε 2 Bwayas, iykimwIpuy, uyhbiv. διοὗ καὶ σῴζεσθε τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε 3 FIduyfoatwIar, htCdfosatts; παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς 4 Athwb, athrattdatts: καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς 5 AthwsoC, tott: καὶ ὅτι ὤφθη Κηφᾷ εἶτα τοῖς δώδεκα· 6 At, hwsoafhbao; owtgprutp, bsafa. ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι τινὲς δὲ καὶ ἐκοιμήθησαν· 7 At, hwsoJ; toata. ἔπειτα ὤφθη Ἰακώβῳ εἶτα τοῖς ἀποστόλοις πᾶσιν· 8 Aloahwsoma, aooboodt. ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί 9 FIatlota, tanmtbcaa, bIptcoG. Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ· 10 BbtgoGIawIa: ahgwwbumwniv; bIlmatta: ynI, btgoGwwwm. χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα οὐκ ἐγὼ δὲ ἀλλἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί 11 TwiwIot, swp, asyb. εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε 12 NiCbpthrftd, hssayttinrotd? Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται πῶς λέγουσιν τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν 13 Bitbnrotd, tiCnr: εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν οὐδὲ Χριστὸς ἐγήγερται· 14 AiCbnr, tiopv, ayfiav. εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν· 15 Y, awaffwoG; bwhtoGthruC: whrnu, isbttdrn. εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται 16 Fitdrn, tinCr: εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται οὐδὲ Χριστὸς ἐγήγερται· 17 AiCbnr, yfiv; yayiys. εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται ματαία ἡ πίστις ὑμῶν ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν 18 TtawafaiCap. ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο 19 IitlowhhiC, waoammm. εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν 20 BniCrftd, abtfotts. Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο 21 Fsbmcd, bmcatrotd. ἐπειδὴ γὰρ διἀνθρώπου ὁ θάνατος καὶ διἀνθρώπου ἀνάστασις νεκρῶν 22 FaiAad, esiCsabma. ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται 23 Bemihoo: Ctf; attaCahc. ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός ἔπειτα οἱ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ 24 Tcte, whshdutktG, etF; whshpdaraaaap. εἶτα τὸ τέλος ὅταν παραδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν 25 Fhmr, thhpaeuhf. δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἄν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ 26 Tletsbdid. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· 27 Fhhpatuhf. Bwhsatapuh, iimthie, wdpatuh. πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα 28 Awatsbsuh, tstSahbsuhtpatuh, tGmbaia. ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν 29 Ewstdwabftd, itdrnaa? wattbftd? Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν 30 Awswijeh? τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν 31 IpbyrwIhiCJoL, Idd. καθἡμέραν ἀποθνῄσκω νὴ τὴν ἡμετέραν καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν 32 IatmomIhfwbaE, waim, itdrn? luead; ftmwd. εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ τί μοι τὸ ὄφελος εἰ νεκροὶ οὐκ ἐγείρονται Φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνῄσκομεν 33 Bnd: eccgm. μὴ πλανᾶσθε· Φθείρουσιν ἤθη χρησθὁμιλίαι κακαί 34 Atr, asn; fshntkoG: Isttys. ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν πρὸς ἐντροπὴν ὑμῖν λέγω 35 Bsmws, Hatdru? awwbdtc? ἀλλἐρεῖ τις Πῶς ἐγείρονται οἱ νεκροί ποίῳ δὲ σώματι ἔρχονται 36 Tf, twtsinq, eid: Ἄφρον σὺ ὃ σπείρεις οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· 37 Atwts, tsntbtsb, bbg, imcow, oosog: καὶ ὃ σπείρεις οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· 38 BGgiabaihph, ateshob. ὁ δὲ θεὸς αὐτῷ δίδωσιν σῶμα καθὼς ἠθέλησεν καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα 39 Afintsf: btiokofom, afob, aof, aaob. οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ ἀλλὰ ἄλλη μὲν σὰρξ ἀνθρώπων ἄλλη δὲ σὰρξ κτηνῶν ἄλλη δὲ ἰχθύων ἄλλη δὲ πτηνῶν 40 Taacb, abt: btgotcio, atgottia. καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια· ἀλλἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα ἑτέρα δὲ ἡ τῶν ἐπιγείων 41 Tiogots, aagotm, aagots: fosdfasig. ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ 42 Saitrotd. Iisic; iirii: Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν σπείρεται ἐν φθορᾷ ἐγείρεται ἐν ἀφθαρσίᾳ· 43 Iisid; iirig: iisiw; iirip: σπείρεται ἐν ἀτιμίᾳ ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ ἐγείρεται ἐν δυνάμει· 44 Iisanb; iirasb. Tianb, atiasb. σπείρεται σῶμα ψυχικόν ἐγείρεται σῶμα πνευματικόν ἔστιν σῶμα ψυχικόν καὶ ἔστιν σῶμα πνευματικόν 45 Asiiw, TfmAwmals; tlAwmaqs. οὕτως καὶ γέγραπται Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν 46 Htwnfwis, btwin; aatwis. ἀλλοὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν ἔπειτα τὸ πνευματικόν 47 Tfmiote, e; tsmitLfh. ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ 48 Aite, satatae: aaith, satatah. οἷος ὁ χοϊκός τοιοῦτοι καὶ οἱ χοϊκοί καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· 49 Aawhbtiote, wsabtioth. καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου 50 NtIs, b, tfabcitkoG; ndcii. Τοῦτο δέ φημι ἀδελφοί ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ 51 B, Isyam; Wsnas, bwsabc, ἰδού, μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα 52 Iam, ittoae, atlt: fttss, atdsbri, awsbc. ἐν ἀτόμῳ ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι καὶ ἡμεῖς ἀλλαγησόμεθα 53 Ftcmpoi, atmmpoi. δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν 54 Swtcshpoi, atmshpoi, tsbbtptstiw, Disuiv. ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος Κατεπόθη ὁ θάνατος εἰς νῖκος 55 Od, wits? Og, witv? ποῦ σου θάνατε τὸ κέντρον ποῦ σου ᾅδη, τὸ νῖκος 56 Tsodis; atsositl. τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος· 57 BtbtG, wgutvtoLJC. τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ 58 T, mbb, bys, u, aaitwotL, fayktylinivitL. Ὥστε ἀδελφοί μου ἀγαπητοί ἑδραῖοι γίνεσθε ἀμετακίνητοι περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ

Thanks for the visit, please come back soon!
All Pages
Hit Count33367
This Page
Hit Count533